Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.229 Joseph. BJ 6.236 (English) >>Joseph. BJ 6.242

6.233τοῖς δὲ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί, καὶ διὰ τὴν κατάπληξιν ἀμύνειν μὲν σβεννύειν ὥρμησεν οὐδείς, αὖοι δʼ ἑστῶτες ἀφεώρων. 6.234οὐ μὴν πρὸς τὸ δαπανώμενον ἀθυμοῦντες εἰς γοῦν τὸ λοιπὸν ἐσωφρόνουν, ἀλλʼ ὡς ἤδη καὶ τοῦ ναοῦ καιομένου τοὺς θυμοὺς ἐπὶ Ῥωμαίους ἔθηγον. 6.235ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα τὸ πῦρ ἐπεκράτει· κατὰ μέρος γάρ, οὐχ ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς. 6.236

Τῇ δʼ ἐπιούσῃ Τίτος μέρει τῆς δυνάμεως σβεννύειν τε καὶ τὰ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον κελεύσας αὐτὸς συνῆγε τοὺς ἡγεμόνας. 6.237καὶ συνελθόντων ἓξ τῶν κορυφαιοτάτων, Τιβερίου τε Ἀλεξάνδρου τοῦ πάντων τῶν

-- --

στρατευμάτων ἐπάρχοντος, καὶ Σέξτου Κερεαλίου τοῦ τὸ πέμπτον ἄγοντος τάγμα, καὶ Λαρκίου Λεπίδου τὸ δέκατον, καὶ Τίτου Φρυγίου τὸ πεντεκαιδέκατον, 6.238πρὸς οἷς Φρόντων ἦν Ἑτέριος στρατοπεδάρχης τῶν ἀπὸ Ἀλεξανδρείας δύο ταγμάτων, καὶ Μᾶρκος Ἀντώνιος Ἰουλιανὸς τῆς Ἰουδαίας ἐπίτροπος, καὶ μετὰ τούτους ἐπιτρόπων καὶ χιλιάρχων ἀθροισθέντων, βουλὴν περὶ τοῦ ναοῦ προυτίθει. 6.239τοῖς μὲν οὖν ἐδόκει χρῆσθαι τῷ τοῦ πολέμου νόμῳ· μὴ γὰρ ἄν ποτε Ἰουδαίους παύσασθαι νεωτερίζοντας τοῦ ναοῦ μένοντος, ἐφʼ ὃν οἱ πανταχόθεν συλλέγονται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.229 Joseph. BJ 6.236 (English) >>Joseph. BJ 6.242

Powered by PhiloLogic